Άγ.Νεκτάριος
Σὺ εἶ, Ἁγία Παρθένε, ἡ τὸν Θεὸν Λόγον ὡς βρέφος ἐν ὠλέναις βαστάσασα. Σὺ εἶ, Πανάχραντε Δέσποινα, ἡ τὸν τροφέα τῶν ὅλων ὡς μήτηρ θηλάσασα. Σὺ εἶ, σεπτὸν κειμήλιον τῆς Οἰκουμένης ἁπάσης. Σὺ εἶ, ὁ τόμος ἐν ᾧ θείῳ δακτύλῳ ὁ λόγος τοῦ Πατρὸς ἐγγέγραπται. Σὺ εἶ, δοχεῖον οὐρανίου εὐφροσύνης. Σὺ εἶ, ὁδηγὸς τῶν πιστῶν σωφροσύνης. Σὺ εἶ, λειμὼν εὐωδίας. Σὺ εἶ, παράδεισος ἀφθαρσίας. Σὺ εἶ, ἡ κλεὶς τῆς τῶν Οὐρανῶν βασιλείας. Σὺ εἶ, ἡ ὁλκὰς τῶν δεομένων σωτηρίας. Σὺ εἶ, προνοίας Θεοῦ ταμεῖον. Σὺ εἶ, σοφίας Θεοῦ δοχεῖον. Σὺ εἶ, φωτὸς ἔνδυμα. Σὺ εἶ, ἀρετῆς ἐφέστιον. Σὺ εἶ, παρθένων τὸ καύχημα. Σὺ εἶ, μητέρων ἀγλάϊσμα. Σὺ εἶ, ἁγνείας θησαύρισμα. Σὺ εἶ, παρθενίας ὡράϊσμα. Σὺ εἶ, τὸ στέφος τῆς ἐγκρατείας. Σὺ εἶ, τὸ ἄνθος τῆς ἀφθαρσίας. Σὺ εἶ, ὁ στῦλος τῆς παρθενίας. Σὺ εἶ, ἡ πύλη τῆς σωτηρίας. Σὺ εἶ, ὁ ἀρχηγὸς νοητῆς ἀναπλάσεως. Σὺ εἶ, ὁ χορηγὸς θεϊκὴς ἀγαθότητος. Σὺ εἶ, στερρὸν τῆς πίστεως ἔρεισμα. Σὺ εἶ, λαμπρὸν τῆς χάριτος γνώρισμα. Σὺ εἶ, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα. Σὺ εἶ, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου