Τρίτη, 9 Δεκεμβρίου 2014

Τη αυτή ημέρα...





Κοντάκιον τῆς Ἁγ. Ἄννης

Ἦχος δ” Ἐπεφάνης σήμερον
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ Οἶκος
Σὺ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Συναξάριον

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Στίχοι
    Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.
    Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
    Τῇδ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

1 σχόλιο:

Ανώνυμος είπε...

Αγία του Θεού πρέσβευε υπέρ ημών.

Αντιαιρετικά: Εκκλησία κι Αγία Γραφή (α΄)

Η Εκκλησία γέννησε την Αγία Γραφή. Αυτή είναι το περιέχον. Αυτή εγγυάται για τη θεοπνευστία της Γραφής. Αυτή κατοχυρώνει το κύρος της ...