Από τους Χαιρετισμούς
του Αγίου Νικοδήμου*
Ὡς τῆς ἐνθέου πολιτείας μύστην ἄριστον καὶ εὐσεβείας θεοφόρητον διδάσκαλον, ἡ Ὀρθόδοξος γεραίρει σὲ Ἐκκλησία. Οὐρανόθεν γὰρ τὸ χάρισμα
δεξάμενος, καταυγάζεις τοῖς ἐνθέοις σου συγγράμμασι, τοὺς βοῶντάς σοι· χαίροις Πάτερ
Νικόδημε.
Ἄγγελος ἐν τοῖς τρόποις, καὶ πολύς ἐν τῇ γνώσει,
Νικόδημε ἐν Ἄθῳ ἐδείχθης· (τρίς)
Ἀγγελικήν γὰρ ἔχων ζωήν, ἀγγελοπρεπεῖ φωνῇ διεσάφησας,
τὰ ἐν πατράσι κείμενα, δι’ ὧν φωτίζεις τοὺς βοῶντας·•
Χαῖρε τῆς Νάξου ἡ εὐκοσμία·
χαῖρε τοῦ Ἄθω ἡ δαδουχία.
Χαῖρε τῶν Πατρώων δογμάτων ἀνάπτυξις·
χαῖρε τῶν ἁγίων ῥημάτων ἀνάλυσις.
Χαῖρε ὕψος τῆς φρονήσεως καὶ σοφίας ποταμός·
χαῖρε βάθος θείας γνώσεως καὶ ἀγάπης θησαυρός.
Χαῖρε ὅτι ἐδείχθης γραμματεύς θεοφόρος·
χαὶρε ὅτι τυγχάνεις ἑρμηνεύς θεηγόρος.
Χαῖρε λαμπὰς ἠθῶν τῆς σεμνότητος·
χαῖρε πυρσὸς τῆς ἄνω λαμπρότητος.
Χαῖρε δι’ οὗ οἱ πιστοί βεβαιοῦνται·
χαῖρε δι’ οὗ οἱ ἐχθροί ἐκπτοοῦνται.
Χαίροις Πάτερ Νικόδημε.
Βίον καθηγνισμένον, ἐκ παιδός ἀνιχνεύων,
ὡς βλάστημα ἐνθέων γονέων, τὴν τοῦ κόσμου ἔλιπες ἀχλύν,
καὶ τῷ Σωτήρι Χριστῷ ἠκολούθησας, ὧ ἀκλινῶς ἑπόμενος,
Νικόδημος ἔνθουςἐβόας·
Ἀλληλούϊα.
Γνώμῃ ἐν θεολήπτῳ, ὡς τρωθείς θείῳ πόθῳ,
προσήλθες ἐν τῷ Ὄρει τοῦ Ἄθω, καὶ δι’ ἐναρέτου ἀγωγής,
πρὸς ὄρη ὑψώθης τὰ αἰώνια, κατὰ Δαβίδ Νικόδημε,
ἀκούων παρ’ ἡμῶν ταῦτα·
Χαῖρε ζωῆς ὁσίας ταμεῖον·
χαῖρε φωτὸς ἀΰλου δοχεῖον.
Χαῖρε μοναζόντων τοῦ Ἄθω ὑπόδειγμα·
χαῖρε εὐσεβούντων ἁπάντων ἑδραίωμα.
Χαῖρε νοῦς ὁ θεοδίδακτος οὐρανίων ἐννοιῶν·
χαῖρε στόμα θεοκίνητον θεοπνεύστων διδαχῶν.
Χαῖρε ὅτι τοῦ κόσμου ὁλικῶς ἐμακρύνθης·
χαῖρε ὅτι ἐν Ἄθῳ πρὸς τὰ ἄνω ἰθύνθης.
Χαῖρε χοροῦ Ὁσίων ἐφάμιλλος·
χαῖρε πιστῶν ὁ μέγας διδάσκαλος.
Χαῖρε ἐχθρῶν καταπλήττων τὰς φρένας·
χαῖρε ψυχάς στερεῶν ἀνειμένας.
Χαίροις Πάτερ Νικόδημε.
Τους παρακάτω Χαιρετισμούς,
τους παρουσιάζουμε κυρίως για μελέτη και όχι για
λειτουργική χρήση αφού δεν γνωρίζουμε αν είναι εγκεκριμένοι ή όχι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου