Πέμπτη, 23 Απριλίου 2015

Τη αυτή ημέρα...




Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὐρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς· ἡμέρα γὰρ Κυρίου.

Κοντάκιον.
Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς Τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι΄ αἵματος, τὸν Χριστὸν ἐκομίσω· καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.

Ὁ Οἶκος.
Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὑτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.

Δεν υπάρχουν σχόλια:

Αντιαιρετικά, Η Εκκλησία γ΄

Η Ορθόδοξη Εκκλησία είναι λοιπόν η Μία, Αγία, Καθολική και Αποστολική Εκκλησία. Και είναι όχι γιατί το θέλουμε εμείς, αλλά γιατί αυτή δι...