Μ.Βασιλείου
Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἡ πηγὴ τῆς ζωῆς καὶ τῆς ἀθανασίας, ὁ πάσης ὁρατῆς καὶ ἀοράτου κτίσεως δημιουργός, ὁ τοῦ ἀνάρχου Πατρὸς συναΐδιος Υἱὸς καὶ συνάναρχος, ὁ δι᾿ ὑπερβολὴν ἀγαθότητος ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν σάρκα φορέσας, καὶ σταυρωθεὶς καὶ τυθεὶς ὑπὲρ τῶν ἀχαρίστων καὶ ἀγνωμόνων ἡμῶν, καὶ τῷ οἰκείῳ σου Αἵματι ἀναπλάσας τὴν φθαρεῖσαν ὑπὸ τῆς ἁμαρτίας φύσιν ἡμῶν, αὐτὸς ἀθάνατε Βασιλεῦ, πρόσδεξαι κἀμοῦ τοῦ ἁμαρτωλοῦ τὴν μετάνοιαν καὶ κλῖνον τὸ οὖς σου ἐπ᾿ ἐμοὶ καὶ εἰσάκουσον τῶν ῥημάτων μου· ἥμαρτον γάρ, Κύριε, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου καὶ οὒκ εἰμι ἄξιος ἀτενίσαι εἰς τὸ ὕψος τῆς δόξης σου· παρώργισα γάρ σου τὴν ἀγαθότητα, τὰς σὰς ἐντολὰς παραβὰς καὶ μὴ ὑπακούσας τοῖς σοῖς προστάγμασιν. Ἀλλὰ σύ, Κύριε, ἀνεξίκακος ὤν, μακρόθυμός τε καὶ πολυέλεος, οὐ παρέδωκάς με συναπολέσθαι ταῖς ἀνομίαις μου, τὴν ἐμὴν πάντως ἀναμένων ἐπιστροφήν. Σὺ γὰρ εἶπας, φιλάνθρωπε, διὰ τοῦ προφήτου σου, ὅτι οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῆν αὐτόν· οὐ γὰρ βούλει, Δέσποτα, τὸ πλάσμα τῶν σῶν ἀπολέσθαι χειρῶν, οὐδὲ εὐδοκεῖς ἐπ᾿ ἀπωλείᾳ ἀνθρώπων, ἀλλὰ θέλεις πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Διὸ κἀγώ, εἰ καὶ ἀνάξιὸς εἰμι τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ αὐτῆς τῆς προσκαίρου ζωῆς ὅλον ἑμαυτὸν ὑποτάξας τῇ ἁμαρτίᾳ καὶ ταῖς ἡδοναῖς δουλώσας καὶ τὴν σὴν ἀχρειώσας εἰκόνα, ἀλλὰ ποίημα καὶ πλάσμα σὸν γεγονώς, οὐκ ἀπογινώσκω τὴν ἐμαυτοῦ σωτηρίαν ὁ ἄθλιος· τῇ δὲ σῇ ἀμετρήτῳ εὐσπλαγχνίᾳ θαῤῥήσας προσέρχομαι. Δέξαι οὖν κἀμέ, φιλάνθρωπε Χριστέ, ὡς τὴν Πόρνην, ὡς τὸν Λῃστήν, ὡς τὸν Τελώνην καὶ ὡς τὸν Ἄσωτον· καὶ ἆρόν μου τὸ βαρὺ φορτίον τῶν ἁμαρτιῶν, ὁ τὴν ἁμαρτίαν αἴρων τοῦ κόσμου καὶ τὰς ἀσθενείας τῶν ἀνθρώπων ἰώμενος· ὁ τοὺς κοπιῶντας καὶ πεφορτισμένους πρὸς σεαυτὸν καλῶν καὶ ἀναπαύων· ὁ μὴ ἐλθὼν καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν· καὶ καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος· δίδαξόν με ἐπιτελεῖν ἁγιωσύνην ἐν φόβῳ σου, ἵνα ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεώς μου, τῶν ἁγιασμάτων σου τὴν μερίδα ὑποδεχόμενος, ἑνωθῶ τῷ ἁγίῳ Σώματί σου καὶ Αἵματι, καὶ ἕξω σε ἐν ἐμοὶ κατοικοῦντα καὶ μένοντα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι. Ναί, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεός μου· καὶ μὴ εἰς κρῖμά μοι γένοιτο ἡ μετάληψις τῶν ἀχράντων καὶ ζωοποιῶν Μυστηρίων σου, μηδὲ ἀσθενὴς γενοίμην ψυχῇ τε καὶ σώματι, ἐκ τοῦ ἀναξίως αὐτῶν μεταλαμβάνειν· ἀλλὰ δός μοι, μέχρι τελευταίας μου ἀναπνοῆς, ἀκατακρίτως ὑποδέχεσθαι τὴν μερίδα τῶν ἁγιασμάτων σου, εἰς Πνεύματος ἁγίου κοινωνίαν, εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς εὐπρόσδεκτον ἀπολογίαν τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· ὅπως ἂν κἀγώ, σὺν πᾶσι τοῖς ἐκλεκτοῖς σου, μέτοχος γένωμαι τῶν ἀκηράτων σου ἀγαθῶν, ὧν ἡτοίμασας τοῖς ἀγαπῶσί σε, Κύριε· ἐν οἷς δεδοξασμένος ὑπάρχεις εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου