Μεγάλου Βασιλείου
Οἶδα, Κύριε, ὅτι ἀναξίως μεταλαμβάνω τοῦ ἀχράντου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος καὶ ἔνοχὸς εἰμι καὶ κρῖμα ἐμαυτῷ ἐσθίω καὶ πίνω, μὴ διακρίνων τὸ Σῶμα καὶ τὸ Αἷμα τοῦ Χριστοῦ καὶ Θεοῦ μου· ἀλλὰ τοῖς οἰκτιρμοῖς σου θαῤῥῶν, προσέρχομαί σοι τῷ εἰπόντι. Ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει, κἀγὼ ἐν αὐτῷ. Σπλαγχνίσθητι οὖν, Κύριε, καὶ μὴ παραδειγματίσῃς με τὸν ἁμαρτωλόν, ἀλλὰ ποίησον μετ᾿ ἐμοῦ κατὰ τὸ ἔλεός σου· καὶ γενέσθω μοι τὰ ἅγια ταῦτα εἰς ἴασιν καὶ κάθαρσιν καὶ φωτισμὸν καὶ φυλακτήριον καὶ σωτηρίαν καὶ ἁγιασμὸν ψυχῆς τε καὶ σώματος· εἰς ἀποτροπὴν πάσης φαντασίας καὶ πονηρᾶς πράξεως καὶ ἐνεργείας διαβολικῆς, κατὰ διάνοιαν τῆς ἐν τοῖς μέλεσί μου ἐνεργουμένης· εἰς παῤῥησίαν καὶ ἀγάπην τὴν πρὸς σέ· εἰς διόρθωσιν βίου καὶ ἀσφάλειαν· εἰς αὔξησιν ἀρετῆς καὶ τελειότητος· εἰς πλήρωσιν ἐντολῶν· εἰς Πνεύματος ἁγίου κοινωνίαν· εἰς ἐφόδιον ζωῆς αἰωνίου καὶ εἰς ἀπολογίαν εὐπρόσδεκτον, τὴν ἐπὶ τοῦ φοβεροῦ βήματός σου· μὴ εἰς κρῖμα ἢ εἰς κατάκριμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου