Σάββατο 29 Μαρτίου 2014

Χαίροις, Ἰωάννη πανεύφημε


Κλίμαξ οὐρανομήκης σαφῶς, πολιτεία σου θεόφρον γεγένηται, διἧς περ πρὸς ὕψος ἤρθης, καὶ τῷ Δεσπότῃ Χριστῷ, ὀμιλεῖν παμμάκαρ κατηξίωσαι, τὸν νοῦν ἐλλαμπόμενος, ταῖς ἐκεῖθεν ἐλλάμψεσι, μαρμαρυγαῖς δέ, ταῖς αὐτοῦ φωτιζόμενος, τὴν ἰσάγγελον, ἐκομίσω φαιδρότητα, καὶ νῦν παριστάμενος, ἱκέτευε Ὅσιε, τοὺς ἐκτελοῦντας την θείαν, και πανσεβάσμιον μνήμην σου, σὺν σοὶ παραστῆναι, καὶ τῷ κόσμῳ δωρηθῆναι τὸ μέγα ἔλεος.

Τῶν μοναστῶν τὸν ποδηγέτην ἅπαντες, τὸν κανόνα τῆς ἀσκήσεως σήμερον, οι πιστοὶ θείοι ἐν ἄσμασι καὶ ὑμνωδίαις τιμήσωμεν, τὴν θείαν τε κλίμακα τὴν οὐράνιον, Ἰωάννην φωστῆρα τον παγκόσμιον, Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.

Οἶκος.

Ὅλος ἠγιασμένος, καὶ Πατέρων ἡγήτωρ, Ἰωάννη θεόφρον ἐδείχθης, λάμψας ἐν Σινᾷ ἀσκητικῶς, καὶ πληρωθεὶς τῶν χαρίτων τοῦ Πνεύματος, διὸ τὴν πολιτείαν σου, ἀγάμενοι Πάτερ βοῶμεν·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας·

χαῖρε, τὸ σκεῦος τῆς ἀπαθείας.

Χαῖρε, Σιναίου ποιμὴν ἱερώτατος·

χαῖρε, εὐσεβείας φωστὴρ οὐρανόφωτος.

Χαῖρε, τῆς ζωῆς τῆς κρείττονος, θησαυρὸς περιφανής·

χαῖρε, τῆς ἐνθέου χάριτος, μέτοχος θεοειδής.

Χαῖρε, ὅτι παρέχεις ἀρωγὴν τοῖς αἰτοῦσι·

χαῖρε, ὅτι βλυστάνεις ἴασιν τοῖς νοσοῦσι.

Χαῖρε, λαμπὰς τῆς θείας καθάρσεως·

χαῖρε, καρπῶν ἀφθάρτων ανάμεστος.

Χαῖρε, πνοὴ γλυκερὰ ἐκλιπόντων·

χαῖρε, στοργὴ ἱερὰ τῶν βοώντων.

Χαίροις, Ἰωάννη πανεύφημε.


Δεν υπάρχουν σχόλια: