Εκ της Ι. Ακολουθίας του Οσίου Ιουστίνου (Πόποβιτς)
συνταχθείσης υπό ιερομονάχου Αθανασίου Σιμωνοπετρίτου
Ὅσιε Πάτερ θεοφόρε Ἰουστῖνε χριστοκάρδιε,
ἐκ Θεολόγου ἀπανθίσας τὸ ἐν πᾶσι μυστικόν,
ἐκ Παύλου τὸ φλογερὸν τῆς πρὸς Χριστὸν ἀγάπης,
ἐκ Βασιλείου τῶν λόγων καὶ ἔργων τὸ σαφές,
ἐκ Γρηγορίου τῆς Θεολογίας τὸ εὔχαρι καὶ ποιητικόν,
ἐκ Χρυσοστόμου τὴν ἀκοίμητον μέριμναν τῆς Ἐκκλησίας,
ἐκ Μαξίμου τὴν φιλόσοφον ὁμολογίαν,
ἐκ Δαμασκηνοῦ τῶν δογμάτων τὸ ἀναλυτικόν,
ἐκ Σάββα τὸ φιλόλαον τοῦ ποιμένος,
ἐκ Παλαμᾶ τὸ βάθος τῆς ἐν εὐχαῖς θαβωρείου ἡσυχίας,
ἐκ Σεραφεὶμ τὴν ἀδιάλειπτον ἐκζήτησιν τοῦ Παρακλήτου,
ἐδείχθης ἐν τοῖς ἐσχάτοις χρόνοις στύλος καὶ ἑδραίωμα Ὀρθοδοξίας
καὶ τοῦ κατὰ σάρκα εὐσεβοῦς Σερβικοῦ λαοῦ σου,
τῶν δὲ κατὰ πνεῦμα ἠγαπημένων τέκνων σου ἀπλανὴς καὶ φιλοστοργότατος πατὴρ καὶ ὁδηγός,
οὓς καὶ ἐν σώματι ἐν λόγοις ἐστήριξας
καὶ ἐξ οὐρανοῦ τὰ νῦν ἀοράτως ἐνισχύεις.
Πρέσβευε δεόμεθα σὺν τῷ ὁμοψύχῳ σου ἱεράρχῃ Νικολάῳ
ὑπὲρ ἡμῶν τῷ Θεανθρώπῳ Χριστῷ,
ὅπως γενώμεθα μιμηταί σου οἱ ἐκ πόθου τιμῶντες τὴν μνήμην σου.
2 σχόλια:
Επιτέλους Άγιος.
Πολύ μεγάλος.
Αγιε του Θεού πρέσβευε υπέρ ημών.
Μπράβο στον Παπα-Αναστάση.
Συγχαρητήρια πάτερ Αναστάσιε.
Τουλάχιστον υπάρχουν και μερικοί αγωνιστές με ορθόδοξο φρόνημα και πνεύμα ιερείς που μας ανοίγουν τα μάτια.
Δημοσίευση σχολίου