Η προσευχή του Αγ.Πολυκάρπου (23 Φεβρουαρίου) λίγο πριν το μαρτύριο :
«Κύριε, ὁ Θεὸς ὁ Παντοκράτωρ, ὁ τοῦ ἀγαπητοῦ καὶ εὐλογητοῦ παιδός Σου Ἰησοῦ Χριστοῦ Πατήρ, δι’ Οὗ τὴν περὶ Σοῦ ἐπίγνωσιν εἰλήφαμεν, ὁ Θεὸς τῶν ἀγγέλων καὶ δυνάμεων, καὶ πάσης τῆς κτίσεως, καὶ παντὸς τοῦ γένους τῶν δικαίων, οἳ ζῶσιν ἐνώπιόν Σου, εὐλογῶ Σε, ὅτι ἠξίωσάς με τῆς ἡμέρας καὶ ὥρας ταύτης τοῦ λαβεῖν με μέρος ἐν ἀριθμῷ τῶν μαρτύρων Σου, ἐν τῷ ποτηρίῳ τοῦ Χριστοῦ Σου, εἰς ἀνάστασιν ζωῆς αἰωνίου, ψυχῆς τε καὶ σώματος, ἐν ἀφθαρσίᾳ Πνεύματος Ἁγίου, ἐν οἷς προσδεχθείην ἐνώπιόν Σου σήμερον ἐν θυσίᾳ πίονι καὶ προσδεκτῇ, καθὼς προητοίμασας καὶ προσεφανέρωσας καὶ ἐπλήρωσας ὁ ἀψευδὴς καὶ ἀληθινὸς Θεός. Διὰ τοῦτο καὶ περὶ πάντων αἰνῶ Σε, εὐλογῶ Σε, δοξάζω Σε, σὺν τῷ αἰωνίῳ καὶ ἐπουρανίω Ἰησοῦ Χριστῷ».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου