Δοξαστικό Εσπερινού
Ὡς
τοῦ Πνεύματος ἐραστής,
καὶ τῆς χάριτος θεοφθόγγος χελιδών,
τρανῶς τὴν οἰκονομίαν
τοῦ Βασιλέως,
βροτῶν τῷ γένει ἐξ Ἁγνῆς φαεινῶς ἀνατείλαντος,
εἰς μερόπων ἀνάκλησιν,
κατεμήνυσας Πρόδρομε,
τῶν σκυθρωπῶν ἠθῶν, ἀπελαύνων τὸ τέρμα,
καὶ ζωῆς ἀϊδίου ἐπιβαλέσθαι
ἰθύνων,
τάς καρδίας τῶν ἐν μετανοίᾳ βαπτιζομένων,
μάκαρ θεόληπτε.
Δοξαστικό Όρθρου
Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων,
προῆλθες Βαπτιστά,
ἐξ αὐτῶν τῶν σπαργάνων τὴν ἔρημον οἰκήσας,
σφραγίς τε πάντων τῶν Προφητῶν ἐδείχθης·
ὂν γὰρ ἐκεῖνοι πολυτρόπως ἐθεάσαντο,
καὶ αἰνιγματωδῶς προεκήρυξαν,
τοῦτον βαπτίσαι ἐν Ἰορδάνῃ κατηξιώθης·
φωνῆς τε ἀκήκοας, Πατρικῆς οὐρανόθεν,
μαρτυρούσης αὐτοῦ τὴν Υἱότητα·
καὶ τὸ Πνεῦμα εἶδες περιστερᾶς ἐν εἴδει,
τὴν φωνὴν ἕλκον ἐπὶ τὸν βαπτιζόμενον.
Ἀλλ' ὦ πάντων τῶν Προφητῶν ὑπέρτερε,
μὴ διαλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν,
τῶν πιστῶς σου τελούντων τὰ μνημόσυνα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου