Ἅγιε τοῦ Θεοῦ πρέσβευε
ὑπὲρ ἡμῶν.
Τῶν Μαρτύρων σύσκηνε, Ἀγγέλων
συνόμιλε, καί τῶν θλιβομένων ἁπάντων, λιμὴν γαλήνιος, χαρᾶς ἀξίωσον νῦν, τούς ἀνυμνοῦντας
σε πόθῳ, ἀθλοφόρε ἅγιε καί ἀξιάγαστε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε
ὑπὲρ ἡμῶν.
Φῶς τὸ νοητόν, τῇ
καρδίᾳ σου δεξάμενος, τὴν τῆς ψυχῆς ἡμῶν ζοφότητα, φωτὶ τῷ θείῳ, Γεώργιε,
καταλάμπρυνον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε
ὑπὲρ ἡμῶν.
Κατεύνασον τῶν παθῶν
τάς κινήσεις, καί ψυχῆς καί νοός καί καρδίας, ὅτι κακῶν ἡ ζωή μου ἐπλήσθη,
μεγαλομάρτυς Κυρίου Γεώργιε, καί δέομαι ὡς χαλεπός, ἐκ παντοίων κινδύνων με
λύτρωσε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε
ὑπὲρ ἡμῶν.
Ραθυμίας ἀτόπου, καὶ
δεινῆς ἁμαρτίας, ταῖς ἱκεσίαις σου, Γεώργιέ με σῶσον, προστρέχοντα ἐν πίστει, τῇ
θερμῇ ἀντιλήψει σου. Ὅπως τιμῶ σε πιστῶς εἰς πάντας τοὺς αἰῶνας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου