Σάββατο 3 Ιουλίου 2010

Από την Ακολουθία της Θ.Μετάληψης

Ιωάννου Χρυσοστόμου


Κύριε ὁ Θεός μου, οἶδα, ὅτι οὒκ εἰμι ἄξιος οὐδὲ ἱκανός, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς τοῦ οἴκου τῆς ψυχῆς, διότι ὅλη ἔρημος καὶ καταπεσοῦσὰ ἐστι, καὶ οὐκ ἔχεις παρ᾿ ἐμοὶ τόπον ἄξιον τοῦ κλῖναι τὴν κεφαλήν. Ἀλλ᾿ ὡς ἐξ ὕψους δι᾿ ἡμᾶς ἐταπείνωσας σεαυτόν, συμμετρίασον καὶ νῦν τῇ ταπεινώσει μου. Καὶ ὡς κατεδέξω ἐν τῷ σπηλαίῳ καὶ φάτνῃ ἀλόγων ἀνακλιθῆναι, οὕτω κατάδεξαι καὶ ἐν τῇ φάτνῃ τῆς ἀλόγου μου ψυχῆς καὶ ἐν τῷ ἐσπιλωμένῳ μου σώματι εἰσελθεῖν. Καὶ ὡς οὐκ ἀπηξίωσας εἰσελθεῖν καὶ συνδειπνῆσαι ἁμαρτωλοῖς ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, οὕτω κατάδεξαι εἰσελθεῖν καὶ εἰς τὸν οἶκον τῆς ταπεινῆς μου ψυχῆς, τοῦ λεπροῦ καὶ ἁμαρτωλοῦ. Καὶ ὡς οὐκ ἀπώσω τὴν ὁμοίαν μοι πόρνην καὶ ἁμαρτωλόν, προσερχομένην καὶ ἁπτομένην σου, οὕτω σπλαγχνίσθητι καὶ ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ, προσερχομένῳ σοι καὶ ἁπτομένῳ σου. Καὶ ὡς οὐκ ἐβδελύξω τὸ ῥυπαρὸν ἐκείνης στόμα καὶ ἐναγὲς καταφιλοῦν σε, μηδὲ ἐμοῦ βδελύξῃ τὸ ῥυπαρώτερον ἐκείνης στόμα καὶ ἐναγέστερον, μηδὲ τὰ ἔμμυσα καὶ ἀκάθαρτά μου χείλη καὶ βέβηλα, καὶ τὴν ἀκαθαρτοτέραν μου γλῶσσαν. Ἀλλὰ γενέσθω μοι ὁ ἄνθραξ τοῦ παναγίου σου Σώματος καὶ τοῦ τιμίου σου Αἵματος εἰς ἁγιασμὸν καὶ φωτισμὸν καὶ ῥῶσιν τῆς ταπεινῆς μου ψυχῆς καὶ τοῦ σώματος· εἰς κουφισμὸν τοῦ βάρους τῶν πολλῶν μου πλημμελημάτων· εἰς φυλακτήριον πάσης διαβολικῆς ἐνεργείας· εἰς ἀποτροπὴν καὶ ἐμπόδιον τῆς φαύλης μου καὶ πονηρᾶς συνηθείας· εἰς ἀπονέκρωσιν τῶν παθῶν· εἰς περιποίησιν τῶν ἐντολῶν σου· εἰς προσθήκην τῆς θείας σου χάριτος καὶ τῆς σῆς βασιλείας οἰκείωσιν. Οὐ γὰρ ὡς καταφρονῶν προσέρχομαί σοι, Χριστὲ ὁ Θεός, ἀλλ᾿ ὡς θαῤῥῶν τῇ ἀφάτῳ σου ἀγαθότητι, καὶ ἵνα μή, ἐπὶ πολὺ ἀφιστάμενος τῆς κοινωνίας σου, θηριάλωτος ὑπὸ τοῦ νοητοῦ λύκου γένωμαι. Διὸ δέομαί σου, ὡς μόνος ὢν ἅγιος, Δέσποτα, ἁγίασὸν μου τὴν ψυχὴν καὶ τὸ σῶμα, τὸν νοῦν καὶ τὴν καρδίαν, τοὺς νεφροὺς καὶ τὰ σπλάγχνα, καὶ ὅλον με ἀνακαίνισον καὶ ῥίζωσον τὸν φόβον σου ἐν τοῖς μέλεσί μου, καὶ τὸν ἁγιασμόν σου ἀνεξάλειπτον ἀπ᾿ ἐμοῦ ποίησον. Καὶ γενοῦ μοι βοηθὸς καὶ ἀντιλήπτωρ, κυβερνῶν ἐν εἰρήνῃ τὴν ζωήν μου, καταξιῶν με καὶ τῆς ἐκ τῶν δεξιῶν σου παραστάσεως μετὰ τῶν ἁγίων σου· εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου σου Μητρός, τῶν ἀΰλων σου λειτουργῶν καὶ ἀχράντων Δυνάμεων καὶ πάντων τῶν Ἁγίων, τῶν ἀπ᾿ αἰῶνος σοι εὐαρεστησάντων. Ἀμήν.


Δεν υπάρχουν σχόλια: