Ἀπολυτίκιον
Ἐν Ἰορδάνῃ βαπτιζομένου σου Κύριε, ἡ τῆς Τριάδος ἐφανερώθη προσκύνησις· τοῦ γὰρ Γεννήτορος ἡ φωνὴ προσεμαρτύρει σοι, ἀγαπητὸν σε Υἱὸν ὀνομάζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς, ἐβεβαίου τοῦ λόγου τὸ ἀσφαλές. Ὁ ἐπιφανεὶς Χριστὲ ὁ Θεός, καὶ τὸν κόσμον φωτίσας δόξα σοι.
Ἡ Ὑπακοή
Ὅτε τῇ ἐπιφανείᾳ σου ἐφώτισας τὰ σύμπαντα, τότε ἡ ἀλμυρὰ τῆς ἀπιστίας θάλασσα ἔφυγε, καὶ Ἰορδάνης κάτω ῥέων ἐστράφη, πρὸς οὐρανὸν ἀνυψῶν ἡμᾶς. Ἀλλὰ τῷ ὕψει τῶν θείων ἐντολῶν σου, συντήρησον Χριστὲ ὁ Θεός, πρεσβείες τῆς Θεοτόκου, καὶ σῶσον ἡμᾶς.

Κοντάκιον
Ἐπεφάνης σήμερον τῇ οἰκουμένῃ, καὶ τὸ φῶς σου Κύριε, ἐσημειώθη ἐφ' ἡμᾶς, ἐν ἐπιγνώσει ὑμνοῦντάς σε. Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

Μεγαλυνάριον
Ἄφεσιν πηγάζων τοῖς ἐξ Ἀδάμ, ὁ τῆς ἀφθαρσίας, ἀνεξάντλητος ποταμὸς, ἐν τῷ Ἰορδάνῃ, βαπτίζεται θελήσει· ἀντλήσωμεν οὖν πάντες, ὕδωρ σωτήριον.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου