Τετάρτη, 15 Απριλίου 2009

Μεγάλη Τετάρτη εσπέρας

Τῇ Ἀγίᾳ και μεγάλῃ Πέμπτῃ, οἱ τά πάντα καλῶς διαταξάμενοι θεῖοι Πατέρες ἀλληλοδιαδόχως ἔκ τε τῶν θείων Ἀποστόλων και ἱερῶν Εὐαγγελίων, παραδεδώκασιν ἡμῖν τέσσαρά τινά ἑορτάζειν. τον ἱερόν Νιπτῆρα, τόν μυστικόν Δεῖπνον (δηλαδή τήν παράδοσιν τῶν καθ’ ἡμᾶς φρικτῶν Μυστηρίων), τήν ὑπερφυᾶ Προσευχήν καί τήν προδοσίαν αὐτήν.


Στίχοι :


Νίπτει μαθητῶν ἑσπέρας Θεός πόδας, Οὗ ποῦς πατῶν ἦν εἰς Ἐδέμ δείλης πάλαι.


Διπλοῦς ὁ Δεῖπνος. Πάσχα γάρ νόμου φέρει καί Πάσχα καινόν, Αἷμα, Σῶμα Δεσπότου.


Προσεύχῃ. και φόβητρα, θρόμβοι αἱμάτων, Χριστέ, προσώπου. παραιτούμενος δῆθεν θάνατον, ἐχθρόν ἐν τούτοις φενακίζων.


Τι δεῖ μαχαιρῶν ; τι ξύλων, λαοπλάνοι ; Πρός τό θανεῖν πρόθυμον εἰς κόσμου λύτρον ;


Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστέ ὁ Θεός ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.


Δεν υπάρχουν σχόλια: