Πέμπτη, 16 Απριλίου 2009

Μεγάλη Πέμπτη εσπέρας

Τῇ Ἁγίᾳ και Μεγάλη Παρασκευῇ τά Ἅγια καί σωτήρια καί φρικτά πάθη τοῦ Κυρίου καί Θεοῦ καί Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιτελοῦμεν. τούς ἐμπτυσμούς, τά ραπίσματα, τά κολαφίσματα, τάς ὕβρεις, τούς γέλωτας, τήν πορφυρᾶν χλαῖναν, τόν κάλαμον, τόν σπόγγον, τό ὄξος, τούς ἥλους, τήν λόγχην καίπρό πάντων τόν Σταυρόν καί τόν θάνατον ἅ δι’ ἡμάς ἑκών κατεδέξατο. ἔτι δε καί τήν τοῦ εὐγνώμονος λῃστοῦ, τοῦ συσταυρωθέντος αὐτῷ, σωτήριον ἐν τῷ Σταυρῷ ὁμολογίαν.

Στίχοι

Ζῶν εἶ Θεός σύ καί νεκρωθείς ἐν ξύλῳ,
Ὦ νεκρέ, γυμνέ καί Θεοῦ ζώντος Λόγε.

Κεκλεισμένας ἤνοιξε τῆς Ἐδέμ πύλας, βαλών ὁ λῃστής κλεῖδα τό μνήσθητί μου.

Τῇ ὑπερφυεῖ καί περί ἡμᾶς παναπείρῳ σου εὐσπλαχνία, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.


Δεν υπάρχουν σχόλια: