Του Σεβ. Μητροπολίτου Μάνης κ.
Χρυσοστόμου Γ' | Romfea.gr
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεὸς ἡμῶν, Ὕψιστε καὶ Ὑπεράγιε, Ὑπεράγαθε καὶ Πολυεύσπλαχνε, Ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Σὺ, ὁ τάς ἀσθενείας ἡμῶν ἀπόνως βαστάζων καὶ τὰς νόσους ἡμῶν λαμβάνων, Σύ, ὁ γιγνώσκων τὸ καλὸν καὶ τὸ φθαρτὸν τῶν σωμάτων ἡμῶν, Σὺ οἶδας τὴν λοιμώδη ταύτην νόσον, τὴν ἐπιπεσοῦσαν ὡς βάσανον, πληγὴν καὶ μάστιγα, πόνον καὶ δάκρυα φέρουσαν τοῖς ἀνθρώποις, οὐ μὴν ἀλλὰ καὶ ἀπορίαν, ἀμηχανίαν, φόβον καὶ ἀγωνίαν ἐν ταῖς καρδίαις ἡμῶν.
Αὐτός, Κύριε ὁ Θεός ἡμῶν, δεόμεθά
Σου, Εὐσυμπάθητε καὶ Πολυέλεε καὶ Φιλάνθρωπε, δώρησαι τὴν ἴασιν τῷ δούλῳ σου
τούτῳ (...) τῷ εὑρισκομένῳ ἐν τῇ δεινοτάτῃ ταύτῃ θέσει, τῆς διασωληνώσεως ἐν τῇ
Μονάδι Ἐντατικῆς Θεραπείας. Ἀπόστειλον φύλακα ἄγγελόν Σου, παρὰ τῇ κλίνῃ,
ἐν ᾗ κατάκειται.
Πράϋνον τὸν πόνον, σβέσον τὸν
πυρετόν, δὸς ἄνεσιν τῇ ἀναπνοῇ ἐν τοῖς πνεύμοσιν αὐτοῦ.
Ναί, Κύριε, ἀπάλλαξον τὸν δοῦλον
Σου, τῇ ἀγαθότητί Σου καὶ τῇ εὐσπλαχνίᾳ Σου ἐκ τῆς λοιμικῆς ταύτης νόσου καὶ ἀνάστησον
αὐτὸν ἀπὸ κλίνης ὀδυνηρᾶς, χορηγῶν αὐτῷ θεραπείαν καὶ ἀγαθὴν ἐπάνοδον εἰς τὴν οἰκίαν αὐτοῦ.
Ἐνίσχυσον δὲ τῇ κραταιᾷ Σου
δυνάμει ἅπαν τὸ ἰατρικὸν καὶ νοσηλευτικὸν προσωπικόν, ἐν τῇ ὑπηρεσίᾳ αὐτοῦ.
Ναί, Δέσποτα, μόνε Ἀγαθέ, ἐπάκουσον
τῆς δεήσεως ἡμῶν καὶ παραμύθησον ἡμᾶς, ἵνα
ἀπαύστως μεγαλύνωμεν καὶ δοξάζωμεν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομά Σου.
Ὅτι σὸν ἐστιν τὸ ἐλεεῖν καὶ
σώζειν ἡμᾶς, Χριστὲ ὁ Θεός ἡμῶν καὶ Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ
προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ Σου Πατρί καὶ τῷ Παναγίῳ καί Ἀγαθῷ καὶ
Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν._
1 σχόλιο:
Φοβερή ευχή!
Ευχαριστούμε!
Δημοσίευση σχολίου