Πέμπτη 27 Οκτωβρίου 2022

Δοχειαρίτες "Δεύτε φιλεόρτων το σύστημα-Άσατε λαοί" Ήχος πλ.α' Δόξα και Νυν Λιτής Κοιμήσεως Θεοτόκου

 

Ψέλνει ο Γέροντας Αμφιλόχιος Δοχειαρίτης το Δοξαστικό της Λιτής (Εσπερινός Κοιμήσεως της Θεοτόκου) " Δεύτε φιλεόρτων το σύστημα" & ο μοναχός π.Θεόκτιστος Δοχειαρίτης το "Και νυν" "Άσατε λαοί" σε Ήχο πλ.α'. Δόξα... Ἦχος πλ. α' Θεοφάνους Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσμασι τήν, Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐπὶ πᾶσι μὴ χωρουμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σύν' Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες, ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι. Συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν. Καὶ νῦν... ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δεν υπάρχουν σχόλια: