Έικόνα
Σου Άγιαν την Οδηγήτριαν Άχραντε, νυν πανευλαβώς προσκυνούντες, γεραίρομεν
Παρθένε' επέστη γάρ ξένως προς ημάς βραβεύουσα θαυμάτων προχοήν, και εκ παντοίων
ελευθερούσα των δεινών, διο σοι πόθω βοώμεν Δόξα τη ευσπλαχνία Σου σεμνή, Δόξα
τη αντιλήψει Σου, Δόξα τή προμηθεία Σου μόνη Πανύμνητε.
Ἄνωθεν ὁδηγοῦσα, πρὸς ὀδοὺς Σωτηρίας, μὴ παύσης Θεοτόκε Μαρία, τοὺς ἐξαιτουμένους ἐκ ψυχῆς τὴν Μητρικὴν ἀληθῶς ὁδηγίαν Σου, ὁδηγὸς γὰρ καὶ σύμμαχος χρηματίζεις, τῶν Σοὶ βοώντων·
Χαῖρε, δι’ ἧς ὁ Θεὸς σαρκοῦται·
χαῖρε, δι’ ἧς ὁ βροτὸς θεοῦται.
Χαῖρε,
της ἀρχαίας βουλῆς ἀποκάλυψις·
χαῖρε,
τῆς προτέρας εὐκλείας ἀνάκτησις.
Χαῖρε,
ὕψος ἀνερμήνευτον, εὐδοκίας τοῦ Θεοῦ·
χαῖρε,
βάθος ἀκατάληπτον, τῆς κενώσεως Χριστοῦ.
Χαῖρε,
πιστῶν ὁδηγία ἕτοιμος·
χαῖρε,
ψυχῶν θυμηδία ἔνθεος.
Χαῖρε,
δι’ ἧς τῶν κακῶν ἐκλυτροῦνται·
χαῖρε,
δι’ ἧς τῷ Θεῷ οἰκειοῦνται.
Χαῖρε,
πάντων βοήθεια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου