Κοντάκιον
τῆς Ἁγ. Ἄννης
Ἦχος
δ” Ἐπεφάνης σήμερον
Ἑορτάζει
σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε,
τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ
Οἶκος
Σὺ ὁ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ” ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν
ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Συναξάριον
Τῇ
Θ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.
Στίχοι
Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.
Χαρὰν
γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
Τῇδ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.
1 σχόλιο:
Αγία του Θεού πρέσβευε υπέρ ημών.
Δημοσίευση σχολίου