Τρίτη 9 Δεκεμβρίου 2014

Τη αυτή ημέρα...





Κοντάκιον τῆς Ἁγ. Ἄννης

Ἦχος δ” Ἐπεφάνης σήμερον
Ἑορτάζει σήμερον, ἡ οἰκουμένη, τὴν τῆς Ἄννης σύλληψιν, γεγενημένην ἐν Θεῷ· καὶ γὰρ αὐτὴ ἀπεκύησε, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.
Ὁ Οἶκος
Σὺ ὁ τῇ Σάρρᾳ δοὺς ποτέ, ἐν γήρᾳ βαθυτάτῳ, τῇ σῇ ἐπιστασίᾳ, καὶ ἐν ἐπαγγελίᾳ υἱὸν τὸν μέγαν, Ἰσαὰκ σὺ ὁ διανοίξας τὴν στειρεύουσαν νηδὺν τῆς Ἄννης, Παντοδύναμε, μητρὸς Σαμουὴλ τοῦ Προφήτου σου, καὶ νῦν ἐπιδὼν ἐπ” ἐμέ, δέξαι μου τὰς δεήσεις, καὶ πλήρωσόν μου τὰς αἰτήσεις, ἐβόα ἐν κλαυθμῷ ἡ σώφρων Ἄννα καὶ στεῖρα, καὶ ἐπήκουσεν αὐτῆς ὁ εὐεργέτης. Ὅθεν ἐν χαρᾷ συνέλαβε τὴν Παρθένον, τὴν ὑπὲρ λόγον, τὸν Λόγον κυήσασαν.

Συναξάριον

Τῇ Θ’ τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς ὑπεραγίας Θεοτόκου.

Στίχοι
    Οὐχ ὥσπερ Εὔα καὶ σὺ τίκτεις ἐν λύπαις.
    Χαρὰν γὰρ Ἄννα ἔνδον κοιλίας φέρεις.
    Τῇδ’ ἐνάτῃ Μαρίην Θεομήτορα σύλλαβεν Ἄννα.

1 σχόλιο:

Ανώνυμος είπε...

Αγία του Θεού πρέσβευε υπέρ ημών.